Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- μόνος δʼ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
- ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος·
- εἴτʼ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω.
- τὰ δʼ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
- κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
- βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
- ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·
- ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
- ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
- πειρασόμεσθα πῆμʼ ἀποστρέψαι νόσου.
- νῦν δʼ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
- ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
- οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
- νίκη δʼ ἐπείπερ ἕσπετʼ, ἐμπέδως μένοι.
- ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,
- οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
- λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δʼ ἀποφθίνει
- τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα
- μαθοῦσʼ, ἐμαυτῆς δύσφορον λέξω βίον
- τοσόνδʼ ὅσον περ οὗτος ἦν ὑπʼ Ἰλίῳ.