Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
  2. τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους
  3. ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα
  4. πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
  5. ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,
  6. πήδημʼ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·
  7. ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
  8. ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
  9. θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·
  10. τὰ δʼ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων,
  11. καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μʼ ἔχεις.
  12. παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
  13. φίλον τὸν εὐτυχοῦντʼ ἄνευ φθόνου σέβειν.
  14. δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
  15. ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
  16. τοῖς τʼ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
  17. καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
  18. εἰδὼς λέγοιμʼ ἄν, εὖ γὰρ ἐξεπίσταμαι
  19. ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς
  20. δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.