Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- κάρτʼ ἀπομούσως ἦσθα γεγραμμένος,
- οὐδʼ εὖ πραπίδων οἴακα νέμων
- θράσος ἐκ θυσιῶν
- ἀνδράσι θνῄσκουσι κομίζων.
- νῦν δʼ οὐκ ἀπʼ ἄκρας φρενὸς οὐδʼ ἀφίλως
- ---
- εὔφρων πόνος εὖ τελέσασιν.
- γνώσῃ δὲ χρόνῳ διαπευθόμενος
- τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν.
- πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
- δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
- νόστου δικαίων θʼ ὧν ἐπραξάμην πόλιν
- Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ
- κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς
- ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
- ψήφους ἔθεντο· τῷ δʼ ἐναντίῳ κύτει
- ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
- καπνῷ δʼ ἁλοῦσα νῦν ἔτʼ εὔσημος πόλις.
- ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲ
- σποδὸς προπέμπει πίονας πλούτου πνοάς.