Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. του παράσημον αἴνῳ·
  2. πᾶν δʼ ἐπὶ τέρμα νωμᾷ.
Χορός
  1. ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθʼ,
  2. Ἀτρέως γένεθλον,
  3. πῶς σε προσείπω; πῶς σε σεβίζω
  4. μήθʼ ὑπεράρας μήθʼ ὑποκάμψας
  5. καιρὸν χάριτος;
  6. πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
  7. προτίουσι δίκην παραβάντες.
  8. τῷ δυσπραγοῦντι δʼ ἐπιστενάχειν
  9. πᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπης
  10. οὐδὲν ἐφʼ ἧπαρ προσικνεῖται·
  11. καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
  12. ἀγέλαστα πρόσωπα βιαζόμενοι.
  13. ὅστις δʼ ἀγαθὸς προβατογνώμων,
  14. οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,
  15. τὰ δοκοῦντʼ εὔφρονος ἐκ διανοίας
  16. ὑδαρεῖ σαίνειν φιλότητι.
  17. σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
  18. Ἑλένης ἕνεκʼ, οὐ γάρ σʼ ἐπικεύσω,