Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
  2. στείχει, παιδὸς δʼ οὐδὲν ἀρείων
  3. ὄναρ ἡμερόφαντον ἀλαίνει.
  1. σὺ δέ, Τυνδάρεω
  2. θύγατερ, βασίλεια Κλυταιμήστρα,
  3. τί χρέος; τί νέον; τί δʼ ἐπαισθομένη,
  4. τίνος ἀγγελίας
  5. πειθοῖ περίπεμπτα θυοσκεῖς;
  6. πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
  7. ὑπάτων, χθονίων,
  8. τῶν τʼ οὐρανίων τῶν τʼ ἀγοραίων,
  9. βωμοὶ δώροισι φλέγονται·
  10. ἄλλη δʼ ἄλλοθεν οὐρανομήκης
  11. λαμπὰς ἀνίσχει,
  12. φαρμασσομένη χρίματος ἁγνοῦ
  13. μαλακαῖς ἀδόλοισι παρηγορίαις,
  14. πελάνῳ μυχόθεν βασιλείῳ.
  15. τούτων λέξασʼ ὅ τι καὶ δυνατὸν
  16. καὶ θέμις αἰνεῖν,
  17. παιών τε γενοῦ τῆσδε μερίμνης,