Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,
  2. τοτὲ δʼ ἐκ θυσιῶν ἀγανὴ φαίνουσʼ
  3. ἐλπὶς ἀμύνει φροντίδʼ ἄπληστον
  4. τῆς θυμοβόρου φρένα λύπης.
Χορός
  1. κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
  2. ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνεύει
  3. πειθὼ μολπᾶν
  4. ἀλκὰν σύμφυτος αἰών·
  5. ὅπως Ἀχαι-
  6. ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
  7. ξύμφρονα ταγάν,
  8. πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
  9. θούριος ὄρνις Τευκρίδʼ ἐπʼ αἶαν,
  10. οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
  11. ῶν ὁ κελαινός, ὅ τʼ ἐξόπιν ἀργᾶς,
  12. φανέντες ἴ-
  13. κταρ μελάθρων χερὸς ἐκ δοριπάλτου
  14. παμπρέπτοις ἐν ἕδραισιν,
  15. βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,
  16. βλαβέντα λοισθίων δρόμων.