Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- οὕτω δʼ Ἀτρέως παῖδας ὁ κρείσσων
- ἐπʼ Ἀλεξάνδρῳ πέμπει ξένιος
- Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
- πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
- γόνατος κονίαισιν ἐρειδομένου
- διακναιομένης τʼ ἐν προτελείοις
- κάμακος θήσων Δαναοῖσι
- Τρωσί θʼ ὁμοίως. ἔστι δʼ ὅπη νῦν
- ἔστι· τελεῖται δʼ ἐς τὸ πεπρωμένον·
- οὔθʼ ὑποκαίων οὔθʼ ὑπολείβων
- οὔτε δακρύων ἀπύρων ἱερῶν
- ὀργὰς ἀτενεῖς παραθέλξει.
- ἡμεῖς δʼ ἀτίται σαρκὶ παλαιᾷ
- τῆς τότʼ ἀρωγῆς ὑπολειφθέντες
- μίμνομεν ἰσχὺν
- ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
- ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
- ἐντὸς ἀνᾴσσων
- ἰσόπρεσβυς, Ἄρης δʼ οὐκ ἔνι χώρᾳ,
- τό θʼ ὑπέργηρων φυλλάδος ἤδη