Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἔθρεψεν δὲ λέοντος ἶ-
  2. νιν δόμοις ἀγάλακτον οὕ-
  3. τως ἀνὴρ φιλόμαστον,
  4. ἐν βιότου προτελείοις
  5. ἅμερον, εὐφιλόπαιδα
  6. καὶ γεραροῖς ἐπίχαρτον.
  7. πολέα δʼ ἔσχʼ ἐν ἀγκάλαις
  8. νεοτρόφου τέκνου δίκαν,
  9. φαιδρωπὸς ποτὶ χεῖρα σαί-
  10. νων τε γαστρὸς ἀνάγκαις.
Χορός
  1. χρονισθεὶς δʼ ἀπέδειξεν ἦ-
  2. θος τὸ πρὸς τοκέων· χάριν
  3. γὰρ τροφεῦσιν ἀμείβων
  4. μηλοφόνοισιν ἐν ἄταις
  5. δαῖτʼ ἀκέλευστος ἔτευξεν·
  6. αἵματι δʼ οἶκος ἐφύρθη,
  7. ἄμαχον ἄλγος οἰκέταις
  8. μέγα σίνος πολυκτόνον.
  9. ἐκ θεοῦ δʼ ἱερεύς τις ἄ-
  10. τας δόμοις προσεθρέφθη.