Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πάραυτα δʼ ἐλθεῖν ἐς Ἰλίου πόλιν
  2. λέγοιμʼ ἂν φρόνημα μὲν
  3. νηνέμου γαλάνας,
  4. ἀκασκαῖον δʼ ἄγαλμα πλούτου,
  5. μαλθακὸν ὀμμάτων βέλος,
  6. δηξίθυμον ἔρωτος ἄνθος.
  7. παρακλίνασʼ ἐπέκρανεν
  8. δὲ γάμου πικρὰς τελευτάς,
  9. δύσεδρος καὶ δυσόμιλος
  10. συμένα Πριαμίδαισιν,
  11. πομπᾷ Διὸς ξενίου,
  12. νυμφόκλαυτος Ἐρινύς.
Χορός
  1. παλαίφατος δʼ ἐν βροτοῖς γέρων λόγος
  2. τέτυκται, μέγαν τελε-
  3. σθέντα φωτὸς ὄλβον
  4. τεκνοῦσθαι μηδʼ ἄπαιδα θνῄσκειν,
  5. ἐκ δʼ ἀγαθᾶς τύχας γένει
  6. βλαστάνειν ἀκόρεστον οἰζύν.
  7. δίχα δʼ ἄλλων μονόφρων εἰ-
  8. μί· τὸ δυσσεβὲς γὰρ ἔργον