Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- κατʼ ἴχνος πλατᾶν ἄφαντον
- κελσάντων Σιμόεντος ἀ-
- κτὰς ἐπʼ ἀεξιφύλλους
- διʼ ἔριν αἱματόεσσαν.
- Ἰλίῳ δὲ κῆδος ὀρθ-
- ώνυμον τελεσσίφρων
- μῆνις ἤλασεν, τραπέζας ἀτί-
- μωσιν ὑστέρῳ χρόνῳ
- καὶ ξυνεστίου Διὸς
- πρασσομένα τὸ νυμφότι-
- μον μέλος ἐκφάτως τίοντας,
- ὑμέναιον, ὃς τότʼ ἐπέρ-
- ρεπεν γαμβροῖσιν ἀείδειν·
- μεταμανθάνουσα δʼ ὕμνον
- Πριάμου πόλις γεραιὰ
- πολύθρηνον μέγα που στένει κικλήσκου-
- σα Πάριν τὸν αἰνόλεκτρον,
- παμπορθῆ πολύθρηνον
- αἰῶνα διαὶ πολιτᾶν
- μέλεον αἷμʼ ἀνατλᾶσα.