Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἡμεῖς τʼ ἐκείνους ταὔτʼ ἔχειν δοξάζομεν.
  2. γένοιτο δʼ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
  3. πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
  4. εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
  5. καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,
  6. οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
  7. ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
  8. τοσαῦτʼ ἀκούσας ἴσθι τἀληθῆ κλύων.
Χορός
  1. τίς ποτʼ ὠνόμαζεν ὧδʼ
  2. ἐς τὸ πᾶν ἐτητύμως—
  3. μή τις ὅντινʼ οὐχ ὁρῶμεν προνοί-
  4. αισι τοῦ πεπρωμένου
  5. γλῶσσαν ἐν τύχᾳ νέμων;—
  6. τὰν δορίγαμβρον ἀμφινει-
  7. κῆ θʼ Ἑλέναν; ἐπεὶ πρεπόντως
  8. ἑλένας, ἕλανδρος, ἑλέ-
  9. πτολις, ἐκ τῶν ἁβροτίμων
  10. προκαλυμμάτων ἔπλευσε
  11. ζεφύρου γίγαντος αὔρᾳ,
  12. πολύανδροί τε φεράσπιδες κυναγοὶ