Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐν νυκτὶ δυσκύμαντα δʼ ὠρώρει κακά.
  2. ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ
  3. ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ
  4. χειμῶνι τυφῶ σὺν ζάλῃ τʼ ὀμβροκτύπῳ
  5. ᾤχοντʼ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.
  6. ἐπεὶ δʼ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
  7. ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
  8. ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τʼ ἐρειπίοις.
  9. ἡμᾶς γε μὲν δὴ ναῦν τʼ ἀκήρατον σκάφος
  10. ἤτοι τις ἐξέκλεψεν ἢ ʼξῃτήσατο
  11. θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
  12. τύχη δὲ σωτὴρ ναῦν θέλουσʼ ἐφέζετο,
  13. ὡς μήτʼ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν
  14. μήτʼ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
  15. ἔπειτα δʼ Ἅιδην πόντιον πεφευγότες,
  16. λευκὸν κατʼ ἦμαρ, οὐ πεποιθότες τύχῃ,
  17. ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
  18. στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
  19. καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων,
  20. λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;