Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
- τύχη δὲ σωτὴρ ναῦν θέλουσʼ ἐφέζετο,
- ὡς μήτʼ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν
- μήτʼ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
- ἔπειτα δʼ Ἅιδην πόντιον πεφευγότες,
- λευκὸν κατʼ ἦμαρ, οὐ πεποιθότες τύχῃ,
- ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
- στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
- καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων,