Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;
  2. ἡμεῖς τʼ ἐκείνους ταὔτʼ ἔχειν δοξάζομεν.
  3. γένοιτο δʼ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
  4. πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
  5. εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
  6. καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,
  7. οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
  8. ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
  9. τοσαῦτʼ ἀκούσας ἴσθι τἀληθῆ κλύων.