Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ
  2. ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ
  3. χειμῶνι τυφῶ σὺν ζάλῃ τʼ ὀμβροκτύπῳ
  4. ᾤχοντʼ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.
  5. ἐπεὶ δʼ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
  6. ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
  7. ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τʼ ἐρειπίοις.
  8. ἡμᾶς γε μὲν δὴ ναῦν τʼ ἀκήρατον σκάφος
  9. ἤτοι τις ἐξέκλεψεν ἢ ʼξῃτήσατο