Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- πρέπει λέγειν παιᾶνα τόνδʼ Ἐρινύων.
- σωτηρίων δὲ πραγμάτων εὐάγγελον
- ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
- πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων
- χειμῶνʼ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;
- ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,
- πῦρ καὶ θάλασσα, καὶ τὰ πίστʼ ἐδειξάτην
- φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.
- ἐν νυκτὶ δυσκύμαντα δʼ ὠρώρει κακά.