Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.
Χορός
  1. πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
  2. ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;
Κῆρυξ
  1. εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
  2. γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.
  3. ὅταν δʼ ἀπευκτὰ πήματʼ ἄγγελος πόλει
  4. στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
  5. πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
  6. πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
  7. ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,
  8. δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·
  9. τοιῶνδε μέντοι πημάτων σεσαγμένον
  10. πρέπει λέγειν παιᾶνα τόνδʼ Ἐρινύων.
  11. σωτηρίων δὲ πραγμάτων εὐάγγελον
  12. ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
  13. πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων
  14. χειμῶνʼ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;
  15. ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,
  16. πῦρ καὶ θάλασσα, καὶ τὰ πίστʼ ἐδειξάτην
  17. φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.