Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
- γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.
- ὅταν δʼ ἀπευκτὰ πήματʼ ἄγγελος πόλει
- στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
- πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
- πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
- ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,
- δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·
- τοιῶνδε μέντοι πημάτων σεσαγμένον