Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;
Κῆρυξ
  1. ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·
  2. μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
Χορός
  1. πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
  2. φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;
Κῆρυξ
  1. οὐκ οἶδεν οὐδεὶς ὥστʼ ἀπαγγεῖλαι τορῶς,
  2. πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.
Χορός
  1. πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
  2. ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;