Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τοιόσδʼ ὁ κόμπος τῆς ἀληθείας γέμων
- οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
- αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
- τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
- σὺ δʼ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι.
- εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν
- ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.
- οὐκ ἔσθʼ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
- ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
- πῶς δῆτʼ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;
- σχισθέντα δʼ οὐκ εὔκρυπτα γίγνεται τάδε.
- ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,
- αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.
- πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
- ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;
- ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·
- μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
- πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
- φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;
- οὐκ οἶδεν οὐδεὶς ὥστʼ ἀπαγγεῖλαι τορῶς,