Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν
  2. ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.
Κῆρυξ
  1. οὐκ ἔσθʼ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
  2. ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
Χορός
  1. πῶς δῆτʼ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;
  2. σχισθέντα δʼ οὐκ εὔκρυπτα γίγνεται τάδε.
Κῆρυξ
  1. ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,
  2. αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.
Χορός
  1. πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,