Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. καὶ τἄλλʼ ὁμοίαν πάντα, σημαντήριον
  2. οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
  3. οὐδʼ οἶδα τέρψιν οὐδʼ ἐπίψογον φάτιν
  4. ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.
Κῆρυξ
  1. τοιόσδʼ ὁ κόμπος τῆς ἀληθείας γέμων
  2. οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
Χορός
  1. αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
  2. τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
  3. σὺ δʼ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι.