Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- λόγοις τοιούτοις πλαγκτὸς οὖσʼ ἐφαινόμην.
- ὅμως δʼ ἔθυον, καὶ γυναικείῳ νόμῳ
- ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
- ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
- θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
- καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;
- ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
- ὅπως δʼ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
- σπεύσω πάλιν μολόντα δέξασθαι·—τί γὰρ
- γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
- ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
- πύλας ἀνοῖξαι;—ταῦτʼ ἀπάγγειλον πόσει·
- ἥκειν ὅπως τάχιστʼ ἐράσμιον πόλει·
- γυναῖκα πιστὴν δʼ ἐν δόμοις εὕροι μολὼν
- οἵαν περ οὖν ἔλειπε, δωμάτων κύνα
- ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
- καὶ τἄλλʼ ὁμοίαν πάντα, σημαντήριον
- οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
- οὐδʼ οἶδα τέρψιν οὐδʼ ἐπίψογον φάτιν
- ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.