Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. δέκατον μὲν ἔτος τόδʼ ἐπεὶ Πριάμου
  2. μέγας ἀντίδικος,
  3. Μενέλαος ἄναξ ἠδʼ Ἀγαμέμνων,
  4. διθρόνου Διόθεν καὶ δισκήπτρου
  5. τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
  6. στόλον Ἀργείων χιλιοναύτην,
  7. τῆσδʼ ἀπὸ χώρας
  8. ἦραν, στρατιῶτιν ἀρωγὰν,
  9. μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
  10. τρόπον αἰγυπιῶν, οἵτʼ ἐκπατίοις
  11. ἄλγεσι παίδων ὕπατοι λεχέων
  12. στροφοδινοῦνται
  13. πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
  14. δεμνιοτήρη
  15. πόνον ὀρταλίχων ὀλέσαντες·
  16. ὕπατος δʼ ἀίων ἤ τις Ἀπόλλων
  17. ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
  18. γόον ὀξυβόαν τῶνδε μετοίκων
  19. ὑστερόποινον
  20. πέμπει παραβᾶσιν Ἐρινύν.