Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
- νικᾷ τὸ κέρδος, πῆμα δʼ οὐκ ἀντιρρέπει·
- ὡς κομπάσαι τῷδʼ εἰκὸς ἡλίου φάει
- ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·
- Τροίαν ἑλόντες δή ποτʼ Ἀργείων στόλος
- θεοῖς λάφυρα ταῦτα τοῖς καθʼ Ἑλλάδα
- δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.
- τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
- καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται
- Διὸς τόδʼ ἐκπράξασα.πάντʼ ἔχεις λόγον.
- νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·
- ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.
- δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
- εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
- ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
- ὅτʼ ἦλθʼ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
- φράζων ἅλωσιν Ἰλίου τʼ ἀνάστασιν.
- καί τίς μʼ ἐνίπτων εἶπε, φρυκτωρῶν δία
- πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
- ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.