Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τὰ δʼ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
  2. ἅπαντʼ ἀπήμων τὸν διʼ αἰῶνος χρόνον;
  3. μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
  4. σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δʼ οὐ
  5. στένοντες, οὐ λαχόντες ἤματος μέρος;
  6. τὰ δʼ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·
  7. εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν·
  8. ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
  9. δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος
  10. ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.
  11. χειμῶνα δʼ εἰ λέγοι τις οἰωνοκτόνον,
  12. οἷον παρεῖχʼ ἄφερτον Ἰδαία χιών,
  13. ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
  14. κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών
  15. τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·
  16. παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
  17. τὸ μήποτʼ αὖθις μηδʼ ἀναστῆναι μέλειν.
  18. τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
  19. τὸν ζῶντα δʼ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
  20. καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.