Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
  2. σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δʼ οὐ
  3. στένοντες, οὐ λαχόντες ἤματος μέρος;
  4. τὰ δʼ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·
  5. εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν·
  6. ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
  7. δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος
  8. ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.
  9. χειμῶνα δʼ εἰ λέγοι τις οἰωνοκτόνον,