Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ὡς πόλλʼ ἀμαυρᾶς ἐκ φρενός μʼ ἀναστένειν
Κῆρυξ
  1. πόθεν τὸ δύσφρον τοῦτʼ ἐπῆν θυμῷ στύγος;
Χορός
  1. πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
Κῆρυξ
  1. καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;
Χορός
  1. ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.
Κῆρυξ
  1. εὖ γὰρ πέπρακται. ταῦτα δʼ ἐν πολλῷ χρόνῳ
  2. τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
  3. τὰ δʼ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
  4. ἅπαντʼ ἀπήμων τὸν διʼ αἰῶνος χρόνον;