Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- οἷον παρεῖχʼ ἄφερτον Ἰδαία χιών,
- ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
- κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών
- τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·
- παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
- τὸ μήποτʼ αὖθις μηδʼ ἀναστῆναι μέλειν.
- τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
- τὸν ζῶντα δʼ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
- καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.