Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
  2. ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
  3. τοῦ ῥυσίου θʼ ἥμαρτε καὶ πανώλεθρον
  4. αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
  5. διπλᾶ δʼ ἔτεισαν Πριαμίδαι θἀμάρτια.
Χορός
  1. κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
Κῆρυξ
  1. χαίρω γε· τεθνάναι δʼ οὐκέτʼ ἀντερῶ θεοῖς.
Χορός
  1. ἔρως πατρῴας τῆσδε γῆς σʼ ἐγύμνασεν;
Κῆρυξ
  1. ὥστʼ ἐνδακρύειν γʼ ὄμμασιν χαρᾶς ὕπο.
Χορός
  1. τερπνῆς ἄρʼ ἦτε τῆσδʼ ἐπήβολοι νόσου.
Κῆρυξ
  1. πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
Χορός
  1. τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.
Κῆρυξ
  1. ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;
Χορός
  1. ὡς πόλλʼ ἀμαυρᾶς ἐκ φρενός μʼ ἀναστένειν
Κῆρυξ
  1. πόθεν τὸ δύσφρον τοῦτʼ ἐπῆν θυμῷ στύγος;
Χορός
  1. πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
Κῆρυξ
  1. καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;
Χορός
  1. ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.
Κῆρυξ
  1. εὖ γὰρ πέπρακται. ταῦτα δʼ ἐν πολλῷ χρόνῳ
  2. τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,