Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἄναξ Ἄπολλον. τούς τʼ ἀγωνίους θεοὺς
- πάντας προσαυδῶ, τόν τʼ ἐμὸν τιμάορον
- Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
- ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
- στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
- ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
- σεμνοί τε θᾶκοι, δαίμονές τʼ ἀντήλιοι,
- εἴ που πάλαι, φαιδροῖσι τοισίδʼ ὄμμασι
- δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
- ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων
- καὶ τοῖσδʼ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
- ἀλλʼ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει
- Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
- Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
- βωμοὶ δʼ ἄιστοι καὶ θεῶν ἱδρύματα,
- καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
- τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
- ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
- ἥκει, τίεσθαι δʼ ἀξιώτατος βροτῶν
- τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις