Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. σεμνοί τε θᾶκοι, δαίμονές τʼ ἀντήλιοι,
  2. εἴ που πάλαι, φαιδροῖσι τοισίδʼ ὄμμασι
  3. δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
  4. ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων
  5. καὶ τοῖσδʼ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
  6. ἀλλʼ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει
  7. Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
  8. Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
  9. βωμοὶ δʼ ἄιστοι καὶ θεῶν ἱδρύματα,