Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τόξοις ἰάπτων μηκέτʼ εἰς ἡμᾶς βέλη·
  2. ἅλις παρὰ Σκάμανδρον ἦσθʼ ἀνάρσιος·
  3. νῦν δʼ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
  4. ἄναξ Ἄπολλον. τούς τʼ ἀγωνίους θεοὺς
  5. πάντας προσαυδῶ, τόν τʼ ἐμὸν τιμάορον
  6. Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
  7. ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
  8. στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
  9. ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,