Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
- τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
- ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
- ἥκει, τίεσθαι δʼ ἀξιώτατος βροτῶν
- τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις
- ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
- ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
- τοῦ ῥυσίου θʼ ἥμαρτε καὶ πανώλεθρον
- αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.