Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- κήρυκʼ ἀπʼ ἀκτῆς τόνδʼ ὁρῶ κατάσκιον
- κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις
- πηλοῦ ξύνουρος διψία κόνις τάδε,
- ὡς οὔτʼ ἄναυδος οὔτε σοι δαίων φλόγα
- ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
- ἀλλʼ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων—
- τὸν ἀντίον δὲ τοῖσδʼ ἀποστέργω λόγον·
- εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—
- ὅστις τάδʼ ἄλλως τῇδʼ ἐπεύχεται πόλει,
- αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.
- ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
- δεκάτου σε φέγγει τῷδʼ ἀφικόμην ἔτους,
- πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
- οὐ γάρ ποτʼ ηὔχουν τῇδʼ ἐν Ἀργείᾳ χθονὶ
- θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
- νῦν χαῖρε μὲν χθών, χαῖρε δʼ ἡλίου φάος,
- ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τʼ ἄναξ,
- τόξοις ἰάπτων μηκέτʼ εἰς ἡμᾶς βέλη·
- ἅλις παρὰ Σκάμανδρον ἦσθʼ ἀνάρσιος·
- νῦν δʼ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,