Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. μήτʼ εἴην πτολιπόρθης
  2. μήτʼ οὖν αὐτὸς ἁλοὺς ὑπʼ ἄλ-
  3. λων βίον κατίδοιμι.
Χορός
  1. πυρὸς δʼ ὑπʼ εὐαγγέλου
  2. πόλιν διήκει θοὰ
  3. βάξις· εἰ δʼ ἐτήτυμος,
  4. τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.—
  5. τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
  6. φλογὸς παραγγέλμασιν
  7. νέοις πυρωθέντα καρδίαν ἔπειτʼ
  8. ἀλλαγᾷ λόγου καμεῖν;—
  9. ἐν γυναικὸς αἰχμᾷ πρέπει
  10. πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.—
  11. πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται
  12. ταχύπορος· ἀλλὰ ταχύμορον
  13. γυναικογήρυτον ὄλλυται κλέος.—
Χορός
  1. τάχʼ εἰσόμεσθα λαμπάδων φαεσφόρων
  2. φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
  3. εἴτʼ οὖν ἀληθεῖς εἶτʼ ὀνειράτων δίκην
  4. τερπνὸν τόδʼ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.