Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πει προδίκοις Ἀτρείδαις.
  2. οἱ δʼ αὐτοῦ περὶ τεῖχος
  3. θήκας Ἰλιάδος γᾶς
  4. εὔμορφοι κατέχουσιν· ἐχ-
  5. θρὰ δʼ ἔχοντας ἔκρυψεν.
Χορός
  1. βαρεῖα δʼ ἀστῶν φάτις ξὺν κότῳ·
  2. δημοκράντου δʼ ἀρᾶς τίνει χρέος.
  3. μένει δʼ ἀκοῦσαί τί μου
  4. μέριμνα νυκτηρεφές.
  5. τῶν πολυκτόνων γὰρ οὐκ
  6. ἄσκοποι θεοί. κελαι-
  7. ναὶ δʼ Ἐρινύες χρόνῳ
  8. τυχηρὸν ὄντʼ ἄνευ δίκας
  9. παλιντυχεῖ τριβᾷ βίου
  10. τιθεῖσʼ ἀμαυρόν, ἐν δʼ ἀί-
  11. στοις τελέθοντος οὔτις ἀλ-
  12. κά· τὸ δʼ ὑπερκόπως κλύειν
  13. εὖ βαρύ· βάλλεται γὰρ ὄσ-
  14. σοις Διόθεν κάρανα.
  15. κρίνω δʼ ἄφθονον ὄλβον·