Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πένθειʼ ἀτλησικάρδιος
  2. δόμων ἑκάστου πρέπει.
  3. πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·
  4. οὓς μὲν γάρ τις ἔπεμψεν
  5. οἶδεν, ἀντὶ δὲ φωτῶν
  6. τεύχη καὶ σποδὸς εἰς ἑκά-
  7. στου δόμους ἀφικνεῖται.
Χορός
  1. ὁ χρυσαμοιβὸς δʼ Ἄρης σωμάτων
  2. καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
  3. πυρωθὲν ἐξ Ἰλίου
  4. φίλοισι πέμπει βαρὺ
  5. ψῆγμα δυσδάκρυτον ἀν-
  6. τήνορος σποδοῦ γεμί-
  7. ζων λέβητας εὐθέτους.
  8. στένουσι δʼ εὖ λέγοντες ἄν-
  9. δρα τὸν μὲν ὡς μάχης ἴδρις,
  10. τὸν δʼ ἐν φοναῖς καλῶς πεσόντʼ—
  11. ἀλλοτρίας διαὶ γυναι-
  12. κός· τάδε σῖγά τις βαΰ-
  13. ζει, φθονερὸν δʼ ὑπʼ ἄλγος ἕρ-