Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
- ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
- πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους
- ἄλγιστʼ ἀφημένων ἰδεῖν.
- πόθῳ δʼ ὑπερποντίας
- φάσμα δόξει δόμων ἀνάσσειν.
- εὐμόρφων δὲ κολοσσῶν
- ἔχθεται χάρις ἀνδρί·
- ὀμμάτων δʼ ἐν ἀχηνίαις
- ἔρρει πᾶσʼ Ἀφροδίτα.
- ὀνειρόφαντοι δὲ πενθήμονες
- πάρεισι δόξαι φέρου-
- σαι χάριν ματαίαν.
- μάταν γάρ, εὖτʼ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,
- παραλλάξασα διὰ
- χερῶν βέβακεν ὄψις οὐ μεθύστερον
- πτεροῖς ὀπαδοῦσʼ ὕπνου κελεύθοις.
- τὰ μὲν κατʼ οἴκους ἐφʼ ἑστίας ἄχη
- τάδʼ ἐστὶ καὶ τῶνδʼ ὑπερβατώτερα.
- τὸ πᾶν δʼ ἀφʼ Ἕλλανος αἴας συνορμένοις