Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- κακοῦ δὲ χαλκοῦ τρόπον
- τρίβῳ τε καὶ προσβολαῖς
- μελαμπαγὴς πέλει
- δικαιωθείς, ἐπεὶ
- διώκει παῖς ποτανὸν ὄρνιν,
- πόλει πρόστριμμʼ ἄφερτον ἐνθείς.
- λιτᾶν δʼ ἀκούει μὲν οὔτις θεῶν·
- τὸν δʼ ἐπίστροφον τῶν
- φῶτʼ ἄδικον καθαιρεῖ.
- οἷος καὶ Πάρις ἐλθὼν
- ἐς δόμον τὸν Ἀτρειδᾶν
- ᾔσχυνε ξενίαν τράπε-
- ζαν κλοπαῖσι γυναικός.
- λιποῦσα δʼ ἀστοῖσιν ἀσπίστοράς
- τε καὶ κλόνους λογχίμους
- ναυβάτας θʼ ὁπλισμούς,
- ἄγουσά τʼ ἀντίφερνον Ἰλίῳ φθορὰν
- βέβακεν ῥίμφα διὰ
- πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δʼ ἔστενον
- τόδʼ ἐννέποντες δόμων προφῆται·