Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πάρεστιν τοῦτό γʼ ἐξιχνεῦσαι.
  2. ὡς ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις
  3. θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
  4. ὅσοις ἀθίκτων χάρις
  5. πατοῖθʼ· ὁ δʼ οὐκ εὐσεβής.
  6. πέφανται δʼ ἐκτίνουσʼ
  7. ἀτολμήτων ἀρὴ
  8. πνεόντων μεῖζον ἢ δικαίως,
  9. φλεόντων δωμάτων ὑπέρφευ
  10. ὑπὲρ τὸ βέλτιστον. ἔστω δʼ ἀπή-
  11. μαντον, ὥστʼ ἀπαρκεῖν
  12. εὖ πραπίδων λαχόντα.
  13. οὐ γὰρ ἔστιν ἔπαλξις
  14. πλούτου πρὸς κόρον ἀνδρὶ
  15. λακτίσαντι μέγαν Δίκας
  16. βωμὸν εἰς ἀφάνειαν.
Χορός
  1. βιᾶται δʼ ἁ τάλαινα πειθώ,
  2. προβούλου παῖς ἄφερτος ἄτας.
  3. ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
  4. πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·