Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·
  2. τὸ δʼ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.
  3. πολλῶν γὰρ ἐσθλῶν τήνδʼ ὄνησιν εἱλόμην.
Χορός
  1. γύναι, κατʼ ἄνδρα σώφρονʼ εὐφρόνως λέγεις.
  2. ἐγὼ δʼ ἀκούσας πιστά σου τεκμήρια
  3. θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
  4. χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
Χορός
  1. ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
  2. μεγάλων κόσμων κτεάτειρα,
  3. ἥτʼ ἐπὶ Τροίας πύργοις ἔβαλες
  4. στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
  5. μήτʼ οὖν νεαρῶν τινʼ ὑπερτελέσαι
  6. μέγα δουλείας
  7. γάγγαμον, ἄτης παναλώτου.
  8. Δία τοι ξένιον μέγαν αἰδοῦμαι
  9. τὸν τάδε πράξαντʼ ἐπʼ Ἀλεξάνδρῳ
  10. τείνοντα πάλαι τόξον, ὅπως ἂν
  11. μήτε πρὸ καιροῦ μήθʼ ὑπὲρ ἄστρων
  12. βέλος ἠλίθιον σκήψειεν.
Χορός
  1. Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,