Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
  2. ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳ
  3. νικώμενος παρῆκεν ἀγγέλου μέρος·
  4. ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰς
  5. Μεσσαπίου φύλαξι σημαίνει μολόν.
  6. οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
  7. γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
  8. σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη,
  9. ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην