Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- καὶ τίς τόδʼ ἐξίκοιτʼ ἂν ἀγγέλων τάχος;
- Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
- φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸς
- ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
- Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
- Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
- ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
- ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
- ---πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,