Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
  2. ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
  3. φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
  4. φρουρὰ πλέον καίουσα τῶν εἰρημένων·
  5. λίμνην δʼ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
  6. ὄρος τʼ ἐπʼ Αἰγίπλαγκτον ἐξικνούμενον
  7. ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
  8. πέμπουσι δʼ ἀνδαίοντες ἀφθόνῳ μένει
  9. φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ