Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
- τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;
- ἔστιν· τί δʼ οὐχί; μὴ δολώσαντος θεοῦ.
- πότερα δʼ ὀνείρων φάσματʼ εὐπιθῆ σέβεις;
- οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
- ἀλλʼ ἦ σʼ ἐπίανέν τις ἄπτερος φάτις;
- παιδὸς νέας ὣς κάρτʼ ἐμωμήσω φρένας.
- ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
- τῆς νῦν τεκούσης φῶς τόδʼ εὐφρόνης λέγω.