Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. μάντιν οὔτινα ψέγων,
  2. ἐμπαίοις τύχαισι συμπνέων,
  3. εὖτʼ ἀπλοίᾳ κεναγγεῖ βαρύ-
  4. νοντʼ Ἀχαιικὸς λεώς,
  5. Χαλκίδος πέραν ἔχων παλιρρόχ-
  6. θοις ἐν Αὐλίδος τόποις·
Χορός
  1. πνοαὶ δʼ ἀπὸ Στρυμόνος μολοῦσαι
  2. κακόσχολοι νήστιδες δύσορμοι,
  3. βροτῶν ἄλαι, ναῶν τε καὶ
  4. πεισμάτων ἀφειδεῖς,
  5. παλιμμήκη χρόνον τιθεῖσαι
  6. τρίβῳ κατέξαινον ἄν-
  7. θος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦ
  8. χείματος ἄλλο μῆχαρ
  9. βριθύτερον πρόμοισιν
  10. μάντις ἔκλαγξεν προφέρων
  11. Ἄρτεμιν, ὥστε χθόνα βάκ-
  12. τροις ἐπικρούσαντας Ἀτρεί-
  13. δας δάκρυ μὴ κατασχεῖν·
Χορός
  1. ἄναξ δʼ ὁ πρέσβυς τότʼ εἶπε φωνῶν·