Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- πάντʼ ἐπισταθμώμενος
- πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
- χρὴ βαλεῖν ἐτητύμως.
- οὐδʼ ὅστις πάροιθεν ἦν μέγας,
- παμμάχῳ θράσει βρύων,
- οὐδὲ λέξεται πρὶν ὤν·
- ὃς δʼ ἔπειτʼ ἔφυ, τρια-
- κτῆρος οἴχεται τυχών.
- Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
- τεύξεται φρενῶν τὸ πᾶν·
- τὸν φρονεῖν βροτοὺς ὁδώ-
- σαντα, τὸν πάθει μάθος
- θέντα κυρίως ἔχειν.
- στάζει δʼ ἔν θʼ ὕπνῳ πρὸ καρδίας
- μνησιπήμων πόνος· καὶ παρʼ ἄ-
- κοντας ἦλθε σωφρονεῖν.
- δαιμόνων δέ που χάρις βίαιος
- σέλμα σεμνὸν ἡμένων.
- καὶ τόθʼ ἡγεμὼν ὁ πρέ-
- σβυς νεῶν Ἀχαιικῶν,