Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
  2. βαρεῖα δʼ, εἰ τέκνον δαΐ-
  3. ξω, δόμων ἄγαλμα,
  4. μιαίνων παρθενοσφάγοισιν
  5. ῥείθροις πατρῴους χέρας
  6. πέλας βωμοῦ· τί τῶνδʼ ἄνευ κακῶν,
  7. πῶς λιπόναυς γένωμαι
  8. ξυμμαχίας ἁμαρτών;
  9. παυσανέμου γὰρ θυσίας
  10. παρθενίου θʼ αἵματος ὀρ-
  11. γᾷ περιόργως ἐπιθυ-
  12. μεῖν θέμις. εὖ γὰρ εἴη.
Χορός
  1. ἐπεὶ δʼ ἀνάγκας ἔδυ λέπαδνον
  2. φρενὸς πνέων δυσσεβῆ τροπαίαν
  3. ἄναγνον ἀνίερον, τόθεν
  4. τὸ παντότολμον φρονεῖν μετέγνω.
  5. βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
  6. τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δʼ οὖν
  7. θυτὴρ γενέσθαι θυγατρός,
  8. γυναικοποίνων πολέμων ἀρωγὰν