Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
- ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα
- ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
- κριθῶντα πῶλον· ἀλλʼ ὁ δυσφιλὴς σκότῳ
- λιμὸς ξύνοικος μαλθακόν σφʼ ἐπόψεται.
- τί δὴ τὸν ἄνδρα τόνδʼ ἀπὸ ψυχῆς κακῆς
- οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ
- χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
- ἔκτεινʼ;Ὀρέστης ἆρά που βλέπει φάος,